Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.6 Joseph. BJ 4.13 (English) >>Joseph. BJ 4.18

4.10οἱ δʼ ἐν αὐτῇ φύσει μὲν τοῦ χωρίου θαρραλεώτεροι τῶν κατὰ τὴν Ἰωταπάτην ἦσαν, πολὺ δʼ ἐλάττους μάχιμοι, καὶ τῷ τόπῳ πεποιθότες οὐδὲ πλείονας ὑπελάμβανον πεπλήρωτο γὰρ πόλις διὰ τὴν ὀχυρότητα συμφυγόντων· παρὸ καὶ τοῖς ὑπʼ Ἀγρίππα προπεμφθεῖσιν ἐπὶ τὴν πολιορκίαν ἀντεῖχεν ἐπὶ μῆνας ἑπτά. 4.11

Οὐεσπασιανὸς δʼ ἄρας ἀπὸ τῆς Ἀμμαθοῦς, ἔνθα πρὸ τῆς Τιβεριάδος ἐστρατοπεδεύκει· μεθερμηνευομένη δʼ Ἀμμαθοῦς θερμὰ λέγοιτʼ ἄν, ἔστι γὰρ ἐν αὐτῇ πηγὴ θερμῶν ὑδάτων πρὸς ἄκεσιν ἐπιτηδείων· ἀφικνεῖται πρὸς τὴν Γάμαλαν. 4.12καὶ πᾶσαν μὲν κυκλώσασθαι φυλακῇ τὴν πόλιν οὐχ οἷός τε ἦν οὕτως διακειμένην, πρὸς δὲ τοῖς δυνατοῖς φρουροὺς καθίστησι καὶ τὸ ὑπερκείμενον ὄρος καταλαμβάνεται. 4.13τειχισαμένων δὲ ὥσπερ ἔθος τῶν ταγμάτων ὑπὲρ αὐτοῦ στρατόπεδα χωμάτων ἤρχετο κατʼ οὐράν, καὶ τὸ μὲν κατʼ ἀνατολὰς αὐτῷ μέρος, ᾗπερ ἀνωτάτω τῆς πόλεως πύργος ἦν, ἐφʼ οὗ τὸ πέμπτον καὶ δέκατον τάγμα, καὶ τὸ πέμπτον μὲν κατὰ μέσην ἐξειργάζετο τὴν πόλιν, τὰς δὲ διώρυγας ἀνεπλήρου καὶ τὰς φάραγγας τὸ δέκατον. 4.14κἀν τούτῳ προσελθόντα τοῖς τείχεσιν Ἀγρίππαν τὸν βασιλέα καὶ περὶ παραδόσεως τοῖς ἐφεστῶσι πειρώμενον διαλέγεσθαι βάλλει τις τῶν σφενδονητῶν κατὰ τὸν δεξιὸν ἀγκῶνα λίθῳ.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.6 Joseph. BJ 4.13 (English) >>Joseph. BJ 4.18

Powered by PhiloLogic